Εἰνοδίην Ἑκάτην κλῄιζω, τριοδῖτιν, ἐραννήν, οὐρανίην, χθονίαν τε, καὶ εἰναλίην κροκόπεπλον, τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν, Πέρσειαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισιν, νυκτερίην, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν, ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν, ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν, λισσόμενοις κούρην τελεταῖς ὁσίαισι παρεῖναι βουκόλῳ εὐμενέουσαν ἀεὶ κεχαρηότι θυμῷ.